Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.13 Joseph. AJ 6.17 (English) >>Joseph. AJ 6.20

6.15καὶ καθελόντες τὴν κιβωτὸν καὶ τὸ ἄγγος, τοὺς ἀνδριάντας εἶχε καὶ τοὺς μύας, τιθέασιν ἐπί τινος πέτρας, ἥτις ἦν ἐν τῷ πεδίῳ, καὶ θύσαντες λαμπρῶς τῷ θεῷ καὶ κατευωχηθέντες τήν τε ἅμαξαν καὶ τοὺς βόας ὡλοκαύτωσαν. καὶ ταῦτʼ ἰδόντες οἱ τῶν Παλαιστίνων ἄρχοντες ἀνέστρεψαν ὀπίσω. 6.16

Ὀργὴ δὲ καὶ χόλος τοῦ θεοῦ μέτεισιν ἑβδομήκοντα τῶν ἐκ τῆς Βήθης κώμης, οὓς οὐκ ὄντας ἀξίους ἅψασθαι τῆς κιβωτοῦ, ἱερεῖς γὰρ οὐκ ἦσαν, καὶ προσελθόντας αὐτῇ βαλὼν ἀπέκτεινεν. ἔκλαυσαν δὲ ταῦτα παθόντας αὐτοὺς οἱ κωμῆται, καὶ πένθος ἐπʼ αὐτοῖς ἤγειραν οἷον εἰκὸς ἐπὶ θεοπέμπτῳ κακῷ καὶ τὸν ἴδιον ἕκαστος ἀπεθρήνει· 6.17τοῦ τε μένειν τὴν κιβωτὸν παρʼ αὐτοῖς ἀναξίους ἀποφαίνοντες αὑτοὺς καὶ πρὸς τὸ κοινὸν τῶν Ἑβραίων πέμψαντες ἐδήλουν ἀποδεδόσθαι τὴν κιβωτὸν ὑπὸ τῶν Παλαιστίνων. κἀκεῖνοι γνόντες τοῦτο ἀποκομίζουσιν αὐτὴν εἰς Καριαθιαρεὶμ γείτονα πόλιν τῆς Βήθης κώμης. 6.18ἔνθα τινὸς Λευΐτου τὸ γένος Ἀμιναδάβου δόξαν ἔχοντος ἐπὶ δικαιοσύνῃ καὶ θρησκείᾳ καταβιοῦντος εἰς οἰκίαν τὴν κιβωτὸν ἤγαγον, ὥσπερ εἰς πρέποντα τῷ θεῷ τόπον ἐν κατῴκει δίκαιος ἄνθρωπος. ἐθεράπευον δὲ τὴν κιβωτὸν οἱ τούτου παῖδες καὶ τῆς ἐπιμελείας ταύτης ἕως ἐτῶν εἴκοσι προέστησαν· τοσαῦτα γὰρ ἔμεινεν ἐν τῇ Καριαθιαρεὶμ ποιήσασα παρὰ τοῖς Παλαιστίνοις μῆνας τέσσαρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.13 Joseph. AJ 6.17 (English) >>Joseph. AJ 6.20

Powered by PhiloLogic